Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.67 Dem. 20.71 (English) >>Dem. 20.74

20.69καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτʼ ἐν τῇ στήλῃ γέγραπται· “ἐπειδὴ Κόνωνφησὶνἠλευθέρωσε τοὺς Ἀθηναίων συμμάχους.” ἔστιν δὲ τοῦτο τὸ γράμμʼ, ἄνδρες δικασταί, ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας τοὺς Ἕλληνας· ὅτου γὰρ ἄν τις παρʼ ὑμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται. 20.70διόπερ οὐ μόνον αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκῆν εἰκόνα, ὥσπερ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι. ἵνʼ οὖν μᾶλλον οἷς λέγω προσέχητε, τὰ ψηφίσμαθʼ ὑμῖν αὔτʼ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι. λέγε.Ψηφίσματα

20.71οὐ τοίνυν ὑφʼ ὑμῶν μόνον Κόνων, ἄνδρες Ἀθηναῖοι, τότʼ ἐτιμήθη πράξας διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐεργέτηντο χάριν ᾤοντο δεῖν ἀποδιδόναι. οὔκουν αἰσχρόν, ἄνδρες Ἀθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρειαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρʼ ὑμῶν μόνης τοῦτʼ ἀφαιρήσεται; 20.72καὶ μὴν οὐδʼ ἐκεῖνο καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν ὥστε τοσούτων ὅσων ἀκηκόατʼ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, μηδεμίαν ποιησαμένους τούτων μνείαν ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ἄνδρες Ἀθηναῖοι, τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξιʼ ἐπαίνου, διʼ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρειάς, κάλλιστον δὲ πάντων τῶν τειχῶν ἀνάστασις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.67 Dem. 20.71 (English) >>Dem. 20.74

Powered by PhiloLogic